Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.35 Joseph. AJ 17.40 (English) >>Joseph. AJ 17.45

17.38καὶ ἔπρασσον οὕτως. ἐλάνθανεν δὲ τὴν Σαλώμην οὔτε πρῶτον διάνοια αὐτῶν ἐπὶ τοιοῖσδε ὡρμημένων οὔτε ἐπειδὴ χρῆσθαι οὐκ ἀπήλλακτο αὐτή· πάντα δὲ ἀνίχνευέν τε καὶ πρὸς τὸν ἀδελφὸν μειζόνως ἐκδεινοῦσα ἀπεσήμαινεν συνόδους τε κρυπτὰς καὶ πότους βουλευτήριά τε ἀφανῶς κατεσκευασμένα, ὧν μὴ ἐπʼ ὀλέθρῳ τῷ ἐκείνου συντιθεμένων κἂν πεφανερῶσθαι μὴ κεκωλῦσθαι. 17.39νῦν δὲ τοὺς μὲν ἐκ τοῦ προὔπτου διαφόρους καὶ τὰ πάντα ἐπὶ βλάβῃ τῇ ἀλλήλων λέγοντας, εἰς δὲ τὸ ἀφανὲς τοῖς πολλοῖς τὴν εὔνοιαν ἀνατιθεμένους καὶ ὁπότε ἀλλήλοις συμμονωθεῖεν φίλια πράσσειν μὴ ἀπηλλαγμένους, ὁμολογεῖν πολεμεῖν πρὸς οὓς λανθάνειν χρώμενοι εὐνοίᾳ τῇ ἀλλήλων ἐσπουδάκοιεν. 17.40καὶ μὲν ταῦτʼ ἀνίχνευέν τε καὶ ἀκριβῶν τυγχάνουσα τῷ ἀδελφῷ ἀνέφερεν συνιέντι μὲν ἤδη τὰ πολλὰ καὶ διʼ ἑαυτοῦ, εἰς δὲ τὸ θαρσεῖν οὐ διακενῆς ὑπονοῶν καθισταμένῳ διαβολαῖς τῆς ἀδελφῆς. 17.41καὶ ἦν γὰρ μόριόν τι Ἰουδαϊκὸν ἀνθρώπων ἐπʼ ἐξακριβώσει μέγα φρονοῦν τοῦ πατρίου καὶ νόμων οἷς χαίρει τὸ θεῖον προσποιουμένων, οἷς ὑπῆκτο γυναικωνῖτις, Φαρισαῖοι καλοῦνται, βασιλεῖ δυναμένῳ μάλιστα πράσσειν προμηθεῖς κἀκ τοῦ προὔπτου εἰς τὸ πολεμεῖν τε καὶ βλάπτειν ἐπηρμένοι. 17.42παντὸς γοῦν τοῦ Ἰουδαϊκοῦ βεβαιώσαντος διʼ ὅρκων μὴν εὐνοήσειν Καίσαρι καὶ τοῖς βασιλέως πράγμασιν, οἵδε οἱ ἄνδρες οὐκ ὤμοσαν ὄντες ὑπὲρ ἑξακισχίλιοι, καὶ αὐτοὺς βασιλέως ζημιώσαντος χρήμασιν Φερώρου γυνὴ τὴν ζημίαν ὑπὲρ αὐτῶν εἰσφέρει.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.35 Joseph. AJ 17.40 (English) >>Joseph. AJ 17.45

Powered by PhiloLogic